Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.65 Joseph. AJ 14.70 (English) >>Joseph. AJ 14.75

14.68ὅτι δὲ οὐ λόγος ταῦτα μόνον ἐστὶν ἐγκώμιον ψευδοῦς εὐσεβείας ἐμφανίζων, ἀλλʼ ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ Πομπήιον πράξεις ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος καὶ πρὸς αὐτοῖς Τίτος Λίβιος τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεύς. 14.69

Ἐπεὶ δὲ τοῦ μηχανήματος προσαχθέντος σεισθεὶς μέγιστος τῶν πύργων κατηνέχθη καὶ παρέρρηξέν τι χωρίον, εἰσεχέοντο μὲν οἱ πολέμιοι, πρῶτος δὲ αὐτῶν Κορνήλιος Φαῦστος Σύλλα παῖς σὺν τοῖς ἑαυτοῦ στρατιώταις ἐπέβη τοῦ τείχους, μετὰ δὲ αὐτὸν Φούριος ἑκατοντάρχης ἅμα τοῖς ἑπομένοις κατὰ θάτερον μέρος, διὰ μέσων δὲ Φάβιος καὶ αὐτὸς ἑκατοντάρχης σὺν στίφει καρτερῷ. 14.70φόνου δὲ ἦν τὰ πάντα ἀνάπλεα. καὶ τῶν Ἰουδαίων οἱ μὲν ὑπὸ Ῥωμαίων, οἱ δʼ ὑπὸ ἀλλήλων ἀνῃροῦντο, εἰσὶν δʼ οἳ καὶ κατὰ κρημνῶν ἑαυτοὺς ἐρρίπτουν καὶ πῦρ ἐνιέντες εἰς τὰς οἰκίας ἐνεπίμπραντο τὰ γινόμενα καρτερεῖν οὐχ ὑπομένοντες. 14.71ἔπεσον δὲ τῶν μὲν Ἰουδαίων εἰς μυρίους καὶ δισχιλίους, Ῥωμαίων δὲ πάνυ ὀλίγοι. ἐλήφθη δὲ αἰχμάλωτος καὶ Ἀψάλωμος, θεῖος ἅμα καὶ πενθερὸς Ἀριστοβούλου. παρηνομήθη δὲ οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον· 14.72παρῆλθεν γὰρ εἰς τὸ ἐντὸς Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἦν τοῖς ἄλλοις ἀνθρώποις μόνοις τοῖς ἀρχιερεῦσιν. ὄντων δὲ τραπέζης τε χρυσῆς καὶ λυχνίας ἱερᾶς καὶ σπονδείων καὶ πλήθους ἀρωμάτων, χωρὶς δὲ τούτων ἐν τοῖς θησαυροῖς ἱερῶν χρημάτων εἰς δύο χιλιάδας ταλάντων, οὐδενὸς ἥψατο διʼ εὐσέβειαν, ἀλλὰ κἀν τούτῳ ἀξίως ἔπραξεν τῆς περὶ αὐτὸν ἀρετῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.65 Joseph. AJ 14.70 (English) >>Joseph. AJ 14.75

Powered by PhiloLogic